1.

[11.194] ἐν δὲ τῷ περὶ τοῦ καθήκοντος͵ περὶ τῆς τῶν γονέων ταφῆς διεξερχόμενος͵ ῥητῶς φησίν (Cfr.
SVF fr. III 752 Arn. (ed).
῾῾ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστάταις͵ ὡς ἂν τοῦ σώματος͵ καθάπερ ὄνυχος ἢ τριχῶν͵ οὐδὲν ὄντος πρὸς ἡμᾶς͵ οὐδ΄ ἐπιστροφῆς καὶ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς͵ καθάπερ καὶ τῶν ἰδίων μερῶν͵ οἷον ποδὸς ἀποκοπέντος ἐπέβαλλε χρῆσθαι αὐτῷ͵ καὶ τοῖς παραπλησίοις· ἀχρείων δὲ ὄντων αὐτῶν ἢ κατορύξαντες τὸ μνῆμα ἐάσουσιν͵ ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν͵ ἢ μακρότερον ῥίψαντες οὐδεμίαν ἐπιστροφὴν αὐτῶν ποιήσονται͵ καθάπερ ὄνυχος ἢ τριχῶν.᾽᾽