1.

[11.195] Ὧδε μὲν οἱ ἀπὸ τῆς Στοᾶς͵ ἐπακτέον δ΄ αὐτοῖς τὸ ἀκόλουθον τῆς ἐπιχειρήσεως. ἤτοι γὰρ οὕτω παραγγέλλουσι ταῦτα ποιεῖν ὡς μελλόντων αὐτοῖς χρῆσθαι τῶν νέων ἢ ὡς μὴ χρησομένων. καὶ ὡς χρησομένων μὲν οὐδαμῶς· οἱ γὰρ νόμοι κωλύουσιν͵ εἰ μή τι παρὰ Λαιστρυγόσι καὶ Κύκλωψι δεήσει βιοῦν͵ παρ΄ οἷς θεμιτόν ἐστιν (
Hom.Od. IX 297
)
‘ ἀνδρόμεα κρέ΄ ἔδειν καὶ ἐπ΄ ἄκρητον γάλα πίνειν.’