1.

[11.196] εἰ δ΄ ὡς μὴ χρησομένων͵ παρέλκουσα γίνεται ἡ περὶ τὸν βίον τέχνη͵ ἧς ἡ χρῆσίς ἐστιν ἀδύνατος· ὡς γὰρ ἐν τυφλῶν δήμῳ ἄχρηστός ἐστι ζωγραφία (βλεπόντων γὰρ ἡ τέχνη)͵ καὶ ὃν τρόπον ἐν πόλει κωφῶν ἀνόνητός ἐστι κιθαριστική (ἀκούοντας γὰρ τέρπει)͵ οὕτω καὶ ἡ περὶ τὸν βίον τέχνη πρὸς μηδέν ἐστι τοῖς μὴ δυναμένοις αὐτῇ χρῆσθαι.