1.

[11.197] (§§ 197-199 Cfr. PH III 243) Καὶ μὴν πᾶσα τέχνη͵ ἐάν τε θεωρητικὴ καθεστήκῃ͵ ὡς γεωμετρία καὶ ἀστρολογική͵ ἐάν τε πρακτική͵ ὡς ὁπλομαχητική͵ ἐάν τε ἀποτελεσματική͵ ὡς ζωγραφία καὶ ἀνδριαντοπλαστική͵ ἴδιον ἔχει ἔργον ᾧ διαφέρει τῶν ἄλλων διαθέσεων͵ τῆς δὲ φρονήσεως οὐκ ἔστιν ἴδιον ἔργον͵ ὡς παραστήσω· οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις.