1.

[11.198] ὡς γὰρ τὸ κοινὸν μουσικοῦ καὶ ἀμούσου͵ τοῦτ΄ οὐκ ἔστι μουσικόν͵ καὶ τὸ κοινὸν γραμματικοῦ καὶ ἀγραμμάτου͵ τοῦτ΄ οὐκ ἔστι γραμματικόν͵ οὕτω καὶ συλλήβδην τὸ κοινὸν τοῦ τεχνίτου καὶ ἀτέχνου͵ τοῦτ΄ οὐκ ἔστι τεχνικόν. διόπερ καὶ τὸ [τεχνικὸν] τοῦ φρονίμου καὶ ἄφρονος κοινὸν οὐκ ἂν εἴη τῆς φρονήσεως ἴδιον ἔργον.