1.

[11.199] πᾶν δέ γε τὸ ὑπὸ τοῦ φρονίμου γίνεσθαι δοκοῦν ἔργον͵ τοῦτο κοινὸν εὑρίσκεται καὶ τοῦ μὴ φρονίμου ἔργον· οἷον ἐάν τε τιμᾶν γονεῖς θώμεθα τοῦ φρονίμου ἔργον͵ ἐάν τε τὸ παρακαταθήκην ἀποδιδόναι τοῖς πιστεύσασιν͵ ἐάν τ΄ ἄλλο τι τῶν τοιούτων͵ καὶ τοὺς μὴ σπουδαίους εὑρήσομεν τούτων τι ποιοῦντας. ὥστε μηδὲν ἴδιον εἶναι τοῦ σοφοῦ ἔργον͵ ᾧ διοίσει τῶν μὴ σοφῶν. εἰ δὲ τοῦτο͵ οὐδὲ φρόνησις ἔσται τέχνη τις περὶ τὸν βίον͵ ἧς ἴδιον οὐδὲν τεχνικόν ἐστιν ἔργον.