1.

[11.200] Ἀλλὰ πρὸς τοῦθ΄ ὑπαντῶντές φασι (Cfr.
SVF fr. III 516 Arn. (ed).
) πάντα μὲν κοινὰ εἶναι καὶ πάντων τὰ ἔργα͵ διορίζεσθαι δὲ τῷ ἀπὸ τεχνικῆς [διαιρέσεως καὶ] διαθέσεως ἢ ἀπὸ ἀτέχνου γίνεσθαι. οὐ γὰρ τὸ ἐπιμελεῖσθαι γονέων καὶ ἄλλως τιμᾶν γονεῖς τοῦ σπουδαίου ἐστὶν ἔργον͵ ἀλλὰ σπουδαίου τὸ ἀπὸ φρονήσεως τοῦτο ποιεῖν·