HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,201
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,201.rdf
1.
[11.201] καὶ ὡς τὸ μὲν ὑγιάζειν κοινόν ἐστι τοῦ τε ἰατροῦ καὶ τοῦ ἰδιώτου͵ τὸ δὲ ἰατρικῶς
ὑγιάζειν τοῦ τεχνίτου ἴδιον͵ ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ
μὴ σπουδαίου͵ τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ͵ ὥστε καὶ τέχνην αὐτὸν
ἔχειν περὶ τὸν βίον͵ ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων ἀπὸ ἀρίστης διαθέσεως
πράττειν.