1.

[11.201] καὶ ὡς τὸ μὲν ὑγιάζειν κοινόν ἐστι τοῦ τε ἰατροῦ καὶ τοῦ ἰδιώτου͵ τὸ δὲ ἰατρικῶς ὑγιάζειν τοῦ τεχνίτου ἴδιον͵ ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ μὴ σπουδαίου͵ τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ͵ ὥστε καὶ τέχνην αὐτὸν ἔχειν περὶ τὸν βίον͵ ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων ἀπὸ ἀρίστης διαθέσεως πράττειν.