1.

[11.202] ἐοίκασι δ΄ οἱ ταύτῃ χρώμενοι τῇ ὑπαντήσει ἐθελοκωφεῖν καὶ πάντα μᾶλλον ἢ πρὸς τὸ ἐπιζητούμενόν τι λέγειν. ἡμῶν γὰρ ἄντικρυς δεικνύντων͵ ὅτι οὐδὲν ἴδιόν ἐστι τοῦ φρονοῦντος ἔργον͵ ᾧ διαφέρει τῶν μὴ φρονίμων͵ ἀλλὰ πᾶν τὸ γινόμενον ὑπὸ αὐτοῦ͵ τοῦτο καὶ ὑπὸ τῶν μὴ σπουδαίων γίνεσθαι͵ αὐτοὶ τοῦτο μὲν οὐκ ἴσχυσαν ἀνελεῖν͵ ἔξωθεν δέ φασιν͵ ὅτι τὸ κοινὸν ἔργον ὁτὲ μὲν ἀπὸ φρονίμης γίνεται διαθέσεως͵ ὁτὲ δὲ ἀπὸ φαύλης.