1.

[11.203] ὅπερ ἀπόδειξις μὲν τοῦ μὴ εἶναι κοινὸν ἔργον τῶν τε φρονίμων καὶ τῶν μὴ τοιούτων οὐκ ἔστιν͵ δεῖται δὲ ἀποδείξεως͵ ζητήσαντος ἄν τινος͵ πόθεν γε διαγνωσόμεθα͵ πότε γίνεται ταῦτα ἀπὸ φρονίμης διαθέσεως καὶ πότε οὐ γίνεται· αὐτὰ γὰρ τὰ κοινὰ ἔργα τοῦτ΄ οὐκ ἐμφαίνει͵ παρόσον ἐστὶ κοινά.