1.

[11.204] ἔνθεν καὶ τὸ ἀπὸ ἰατρικῆς (Cfr. § 201) κομισθὲν ὑπόδειγμα κατ΄ αὐτῶν μᾶλλον εὑρίσκεται. ὅταν γὰρ φῶσι τὸ ὑγιάζειν κοινὸν ἰατροῦ τε καὶ οὐκ ἰατροῦ καθεστηκὸς ἐξαίρετον γίνεσθαι τοῦ τεχνίτου͵ ἐπειδὰν ἰατρικῶς ἀποτελεσθῇ͵ τότε ἤτοι ἴσασι τὸ διαφόρως γινόμενον ὑπὸ τοῦ ἰατροῦ παρὰ τὸν ἰδιώτην͵ οἷον τὸ συντόμως καὶ ἀπόνως καὶ τὸ μετὰ τάξεως καὶ ποιότητος͵ ἢ οὐκ ἴσασιν͵ ἀλλὰ καὶ ταῦτα πάντα κοινὰ τῶν ἰδιωτῶν ὑπειλήφασιν.