1.

[11.207] (§§ 207-209 Cfr. PH III 243-244) καθὰ γὰρ ἐπὶ τῶν μέσων τεχνῶν ἴδιόν ἐστι τοῦ τεχνίτου τὸ τεταγμένως τι ποιεῖν καὶ τὸ ἐν τοῖς ἀποτελέσμασι διομαλίζειν (ποιήσαι γὰρ ἄν ποτε καὶ ἰδιώτης τὸ τεχνικὸν ἔργον͵ ἀλλὰ σπανίως καὶ οὐ πάντοτε͵ οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως)͵ ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν͵ τοῦ δὲ ἄφρονος τοὐναντίον.