1.

[11.208] φαίνονται δὲ καὶ οὗτοι 〈οὐ〉 κατὰ τὴν τῶν πραγμάτων φύσιν περὶ τῆς ἐν χερσὶ ζητήσεως διαταττόμενοι. τὸ γὰρ εἶναί τινα βίου τάξιν κατὰ τὸν τεχνικὸν λόγον ὡρισμένως εἰρημένην εὐχῇ μᾶλλον ἔοικεν. πᾶς γὰρ ἄνθρωπος πρὸς τὰς τῶν ὑποπιπτόντων πραγμάτων διαφορὰς καὶ ποικιλίας ἀρτιζόμενος οὐδέποτε δύναται τὴν αὐτὴν τάξιν φυλάττειν͵ καὶ μάλιστα ὁ ἔμφρων τό τε ἄστατον τῆς τύχης καὶ τὸ ἀβέβαιον τῶν πραγμάτων ἐννοούμενος.