1.

[11.209] ἄλλως τε· εἴπερ μίαν καὶ ὡρισμένην εἶχε βίου τάξιν ὁ φρόνιμος͵ κἂν ἐκ ταύτης ἐναργῶς κατείληπτο τοῖς μὴ φρονίμοις· οὐχὶ δέ γε καταλαμβάνεται τούτοις· τοίνυν οὐδ΄ ἐκ τῆς τάξεως τῶν ἔργων ληπτός ἐστιν ὁ φρόνιμος. ὅθεν εἰ πᾶσα μὲν τέχνη ἐκ τῶν ἰδίων ἔργων φαίνεται͵ τῆς δὲ φρονήσεως οὐδέν ἐστιν ἴδιον ἔργον ἐξ οὗ φαίνεται͵ οὐκ ἂν εἴη τις τέχνη περὶ τὸν βίον ἡ φρόνησiς.