1.

[11.210] (§§ 210-215 Cfr. PH III 273-277) Καὶ μὴν εἰ τέχνη τίς ἐστι περὶ τὸν βίον ἡ φρόνησις͵ οὐκ ἄλλον ἄν τινα μᾶλλον ὠφέλησεν ἢ τὸν κεκτημένον αὐτὴν σοφόν͵ ἐγκράτειαν αὐτῷ παρασχομένη ἐν ταῖς πρὸς τὸ κακὸν ὁρμαῖς καὶ ἐν ταῖς ἀπὸ τοῦ ἀγαθοῦ ἀφορμαῖς. οὐχὶ δέ γε τὸν σοφὸν ὠφελεῖ ἡ φρόνησις͵ ὡς παραστήσομεν· οὐκ ἄρα τέχνη τίς ἐστι περὶ τὸν βίον.