1.

[11.211] ὁ γὰρ λεγόμενος ἐγκρατὴς σοφὸς ἤτοι κατὰ τοῦτο λέγεται ἐγκρατής͵ καθόσον ἐν οὐδεμιᾷ γίνεται ὁρμῇ τῇ πρὸς τὸ κακὸν καὶ ἀφορμῇ τῇ ἀπὸ τοῦ ἀγαθοῦ͵ ἢ καθόσον ἔχει μὲν φαύλας ὁρμάς͵ περικρατεῖ δὲ τούτων τῷ λόγῳ. καὶ κατὰ μὲν τὸ μὴ γίνεσθαι ἐν φαύλαις κρίσεσιν οὐκ ἂν λεχθείη ἐγκρατὴς εἶναι· οὐ γὰρ κρατήσει οὗ οὐκ ἔχει.