1.

[11.212] καὶ ᾧ τρόπῳ οὐκ ἂν εἴποι τις τὸν εὐνοῦχον ἐγκρατῆ πρὸς ἀφροδισίων μῖξιν καὶ τὸν κακοστομαχοῦντα πρὸς ἐδεσμάτων ἀπόλαυσιν (οὐδ΄ὅλως γὰρ ἐν αὐτοῖς ἐπιζήτησίς τις γίνεται τούτων͵ ἵνα καὶ ἐγκρατῶς κατεξαναστῶσι τῆς ἐπιζητήσεως)͵ τῷ αὐτῷ τρόπῳ οὐδὲ τὸν σοφὸν ἐγκρατῆ ῥητέον διὰ τὸ μὴ φύεσθαι ἐν αὐτῷ τὸ οὗ ἔσται ἐγκρατής.