1.

[11.213] εἰ δὲ κατὰ τοῦτο ἀξιώσουσιν αὐτὸν ὑπάρχειν ἐγκρατῆ͵ καθόσον γίνεται μὲν ἐν φαύλαις κρίσεσιν͵ περιγίνεται δ΄ αὐτῶν τῷ λόγῳ͵ πρῶτον μὲν δώσουσι τὸ ὅτι οὐδὲν ὠφέλησεν αὐτὸν ἡ φρόνησις͵ ἀκμὴν ἐν ταραχαῖς ὄντα καὶ βοηθείας δεόμενον͵ εἶτα καὶ κακοδαιμονέστερον τῶν φαύλων εὑρίσκεσθαι.