1.

[11.215] οὐ τοίνυν ἐγκρατὴς γίνεται ὅσον ἐπὶ τῇ φρονήσει ὁ σοφός· ἢ εἴπερ γίνεται͵ πάντων ἀνθρώπων κακοδαιμονέστατος γίνεται. ἀλλ΄ εἰ ἑκάστη τέχνη τὸν κεκτημένον αὐτὴν ὠφελεῖ μᾶλλον͵ δέδεικται δὲ ἡ περὶ τὸν βίον ἀξιουμένη τυγχάνειν τέχνη μηδὲ τὸν κεκτημένον ὠφελοῦσα͵ ῥητέον μὴ εἶναί τινα περὶ τὸν βίον τέχνην.