1.

ζ´εἰ διδακτή ἐστιν ἡ περὶ τὸν βίον τέχνη
[11.216] Δυνάμει μὲν οὖν συναποδέδεικται τῷ μὴ εἶναί τινα περὶ τὸν βίον τέχνην τὸ μηδὲ διδακτὴν αὐτὴν καθεστάναι· τῶν γὰρ μὴ ὄντων οὐ γίνεται μάθησις. ὅμως δ΄ ἐκ περιττοῦ συγχωρήσαντες αὐτῆς τὴν ὕπαρξιν διδάσκωμεν͵ ὡς ἔστιν ἀδίδακτος.