1.

[11.217] πολὺς μὲν οὖν καὶ ποικίλος ἐστὶ παρὰ τοῖς φιλοσόφοις ὁ περὶ τῆς μαθήσεως λόγος· ἀλλ΄ ἡμεῖς γε τὰ κυριώτατα ἐπιλεξάμενοι θήσομεν͵ ὧν τὰ μὲν κοινότερον ἐπιχειρεῖται παρὰ τοῖς σκεπτικοῖς εἰς τὸ μηδὲν εἶναι μάθησιν͵ τὰ δὲ καὶ ἰδιαίτερον λέγεται περὶ αὐτῆς τῆς φρονήσεως. τάξει δὲ πρώτας σκοπῶμεν τὰς κοινοτέρας ἐπιχειρήσεις.