1.

[11.218] Ἐπὶ πάσης τοίνυν μαθήσεως ὁμολογεῖσθαι δεῖ τό τε διδασκόμενον πρᾶγμα καὶ τὸν διδάσκοντα καὶ τὸν μανθάνοντα καὶ τὸν τρόπον τῆς μαθήσεως. οὐδὲν δὲ τούτων ἐστὶν ὁμόλογον͵ ὡς δείξομεν· οὐκ ἄρα ἔστι τις μάθησις. καὶ ἐπεὶ πρῶτον ἐμνήσθημεν τοῦ διδασκομένου πράγματος͵ περὶ αὐτοῦ πρῶτον ἀπορητέον.