1.

[11.219] (§§ 219-223 Cfr. PH III 256-258; M I 10-14) εἰ γὰρ διδάσκεταί τι πρᾶγμα͵ ἤτοι τὸ ὂν διδάσκεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ ὂν διδάσκεται͵ ὡς δείξομεν͵ οὔτε τὸ μὴ ὄν͵ ὡς παραμυθησόμεθα· οὐκ ἄρα διδάσκεταί τι πρᾶγμα. καὶ δὴ τὸ 〈μὲν〉 μὴ ὂν οὐ διδάσκεται· οὐδὲν γὰρ αὐτῷ συμβέβηκεν͵ ὥστ΄ οὐδὲ τὸ διδάσκεσθαι.