1.

[11.220] καὶ ἄλλως· εἰ τὸ μὴ ὂν διδάσκεται͵ ἀληθὲς ἔσται τὸ μὴ ὄν· τῶν γᾶρ ἀληθῶν ἐστιν ἡ μάθησις. εἰ δὲ ἀληθὲς ἔσται τὸ μὴ ὄν͵ εὐθὺς καὶ ὑπαρκτὸν γενήσεται· ἀληθὲς γοῦν φασιν οἱ Στωικοὶ (Cfr.
SVF fr. II 195 Arn. (ed).
et M VIII 10) ὃ ὑπάρχει τε καὶ ἀντίκειταί τινι. ἄτοπον δέ γε τὸ μὴ ὂν ὑπάρχειν· οὐκ ἄρα τὸ μὴ ὂν διδάσκεται. τό γε μὴν διδασκόμενον κινοῦν φαντασίαν διδάσκεται͵ τὸ δὲ μὴ ὂν οὐ δύναται κινεῖν φαντασίαν· οὐκ ἄρα διδακτόν ἐστι τὸ μὴ ὄν.