1.

[11.221] πρὸς τούτοις· εἰ τὸ μὴ ὂν διδάσκεται͵ οὐδὲν ἀληθὲς διδάσκεται· τῶν γὰρ ὄντων καὶ ὑπαρχόντων ἐστὶ τἀληθές. εἰ δὲ μηδὲν ἀληθὲς διδάσκεται͵ πᾶν τὸ διδασκόμενόν ἐστι ψεῦδος. ἄτοπον δέ γε πᾶν τὸ διδασκόμενον εἶναι ψεῦδος· οὐ τοίνυν τὸ μὴ ὂν διδάσκεται. ἔπειτα͵ εἴπερ τὸ μὴ ὂν διδάσκεται͵ ἤτοι καθὸ μὴ ὄν ἐστι διδάσκεται͵ ἢ κατ΄ ἄλλο τι. καθὸ μὲν οὖν μὴ ὄν ἐστιν͵ οὐ διδάσκεται· εἰ γὰρ τὸ μὴ ὂν καθὸ μὴ ὄν ἐστι διδάσκεται͵ οὐδὲν ὂν διδαχθήσεται· ὅπερ ἄτοπον. καὶ μὴν οὐδὲ κατ΄ ἄλλο τι· τὸ γὰρ ἄλλο τι ἔστι͵ τὸ δὲ μὴ ὂν οὐκ ἔστιν. ὥστ΄ οὐκ ἂν διδαχθείη τὸ μὴ ὄν.