1.

[11.222] λείπεται οὖν λέγειν τὸ ὂν διδάσκεσθαι· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων δείξομεν. εἰ γὰρ τὸ ὂν διδάσκεται͵ ἤτοι καθὸ ὄν ἐστιν ἢ κατ΄ ἄλλο τι. καὶ εἰ μὲν καθὸ ὄν ἐστι διδάσκεται͵ οὐδὲν ἔσται ἀδίδακτον [εἴγε τῶν ὄντων οὐδέν ἐστι διδακτόν]· εἰ δὲ τῶν ὄντων οὐδέν ἐστιν ἀδίδακτον͵ οὐδέ γε ἔσται τι διδασκόμενον· δεῖ γὰρ ἀδίδακτόν τι εἶναι͵ ἵνα ἐκ τούτου μάθησις γένηται. ὥστε καθὸ μὲν ὄν ἐστιν͵ οὐκ ἂν διδαχθείη τὸ ὄν.