1.

[11.223] καὶ μὴν οὐδὲ κατ΄ ἄλλο τι· 〈τὸ γὰρ ὂν οὐκ ἔχει ἄλλο τι〉 συμβεβηκὸς αὐτῷ͵ ὅπερ μὴ ὄν ἐστιν͵ ἀλλὰ πᾶν τὸ συμβεβηκὸς αὐτῷ ὄν ἐστιν. ὥστ΄ εἰ τὸ ὂν καθὸ ὄν ἐστιν οὐ διδάσκεται͵ οὐδὲ κατ΄ ἄλλο τι διδαχθήσεται· ἐκεῖνο γὰρ ὅ τι ποτέ ἐστιν ἄλλο συμβεβηκὸς αὐτῷ͵ ὄν ἐστιν. εἰ οὖν μήτε τὸ ὂν διδάσκεται μήτε τὸ μὴ ὄν͵ παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν͵ οὐδὲν τῶν ὄντων διδάσκεται.