1.

[11.224] (§§ 224-228 Cfr. M I 19-24; §§ 224-231 Cfr. PH III 255) Καὶ ἄλλως· ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα͵ τὰ δὲ ἀσώματα͵ εἰ διδάσκεταί τι͵ ἤτοι τὸ σῶμα διδάσκεται ἢ τὸ ἀσώματον· οὔτε δὲ τὸ σῶμα διδάσκεται οὔτε τὸ ἀσώματον· οὐκ ἄρα διδάσκεταί 〈τι〉. τὸ μὲν οὖν σῶμα οὐ διδάσκεται͵ καὶ μάλιστα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF fr. II 170 Arn. (ed).
)· λεκτὰ γάρ ἐστι τὰ διδασκόμενα͵ σώματα δ΄ οὐκ ἔστι τὰ λεκτά (Cfr. M VIII 12 et PH II 81).