1.

[11.225] καὶ ἄλλως· εἰ τὸ σῶμα μήτε αἰσθητόν ἐστι μήτε νοητόν ἐστιν͵ οὐ διδάσκεται τὸ σῶμα. δεῖ γὰρ τὸ διδασκόμενον ἢ αἰσθητὸν εἶναι ἢ νοητόν͵ μηθέτερον δὲ ὂν οὐ διδάσκεται. τὸ δ΄ ὅτι οὔτε αἰσθητόν ἐστιν οὔτε νοητόν ἐστι τὸ σῶμα͵ παρεστάκαμεν ἐν τοῖς πρὸς τοὺς φυσικούς (Cfr. M IX 437-439, 361 sqq. et PH II 47 sqq.).