1.

[11.226] ἐάν τε γὰρ ἀθροισμός τις ᾖ τὸ σῶμα͵ ὥς φησιν ὁ Ἐπίκουρος (
Epicureafr. 275 Us. (ed).
) ͵ μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας͵ ἐάν τε τὸ τὰς τρεῖς ἔχον διαστάσεις μετὰ ἀντιτυπίας͵ ἐπεὶ πᾶν τὸ κατὰ σύνοδον πλειόνων λαμβανόμενον οὐκ ἔστι τῆς ἀλόγου αἰσθήσεως λαβεῖν͵ ἀλλὰ λογικῆς τινος δυνάμεως͵ οὐκ ἔσται τῶν αἰσθητῶν τὸ σῶμα.