1.

[11.227] (§§ 227-228 Cfr. PH III 254) καὶ εἰ αἰσθητὸν δὲ ὑπάρχοι͵ πάλιν ἀδίδακτον γενήσεται· τῶν γὰρ αἰσθητῶν οὐδὲν διδάσκεται͵ οἷον οὐδεὶς λευκὸν ὁρᾶν μανθάνει͵ οὐδὲ γλυκέος γεύεσθαι͵ οὐχ ὑπό τινος εὐωδιάζεσθαι ψύχεσθαι ἀλεαίνεσθαι͵ ἀλλ΄ ἀδίδακτός ἐστιν ἡ πάντων τούτων ἀντίληψις. οὔτε τοίνυν αἰσθητόν ἐστι τὸ σῶμα͵ οὔτ΄ εἰ αἰσθητὸν ὑπάρχοι͵ κατὰ τοῦτ΄ ἔσται διδακτόν.