1.

[11.228] καὶ μὴν οὐδ΄ ὡς νοητὸν δύναται διδάσκεσθαι. εἰ γὰρ μήτε τὸ μῆκος κατ΄ ἰδίαν ἐστὶ σῶμα μήτε τὸ πλάτος μήτε τὸ βάθος͵ τὸ δὲ ἐξ ἁπάντων τούτων σύνθετον͵ δεήσει πάντων ἀσωμάτων ὄντων καὶ τὸ ἐξ αὐτῶν ἄθροισμα νοεῖν ἀσώματον καὶ οὐ σῶμα· διὰ δὲ τοῦτο καὶ ἀδίδακτον εἶναι τὸ σῶμα. τῶν τε σωμάτων τὰ μέν ἐστιν αἰσθητά͵ τὰ δὲ νοητά.