1.

[11.229] (§§ 229-231 Cfr. M I 26-28) διόπερ εἰ διδάσκεται τὸ σῶμα͵ ἤτοι τὸ αἰσθητὸν διδάσκεται ἢ τὸ νοητόν. οὔτε δὲ τὸ αἰσθητὸν διδάσκεται διὰ τὸ φαίνεσθαι καὶ ἐξ αὑτοῦ πᾶσι πρόδηλον ὑπάρχειν͵ οὔτε τὸ νοητὸν διὰ τὴν ἀδηλότητα καὶ τὴν ἀνεπίκριτον μέχρι τοῦ νῦν περὶ αὐτοῦ διαφωνίαν͵ τῶν μὲν ἄτομον αὐτὸ λεγόντων τῶν δὲ τμητόν͵ καὶ τῶν μὲν ἀμερὲς καὶ ἐλάχιστον͵ τῶν δὲ μεριστὸν καὶ εἰς ἄπειρον τέμνεσθαι δυνάμενον. οὐκ ἄρα διδακτόν ἐστι τὸ σῶμα.