[59] Εὗρον δ' ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος (FGrH 334 F 32) φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.
Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος Ἀθηναῖος, ἀδελφὸς Νικοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου˙ τρίτος ἰατρὸς Κῷος˙ τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς˙ πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος˙ ἕκτος Πάριος, ἀγαλματοποιός˙ ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.

[59] Εὗρον δ' ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.
Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά˙ πρῶτος αὐτὸς οὗτος˙ δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου˙ τρίτος ἰατρὸς Κῷος˙ τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς˙ πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος˙ ἕκτος Πάριος, ἀγαλματοποιός˙ ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.

[59] [13215] Εὗρον δὲ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς˙ καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.
Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά˙ πρῶτος αὐτὸς οὗτος˙
[13220] δεύτερος Ἀθηναῖος, ἀδελφὸς Νικοστράτου τοῦ τὴν Θησηΐδα [1331] πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου˙ τρίτος ἰατρὸς Κῷος˙ τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς˙ πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος˙ ἕκτος Πάριος, ἀγαλματοποιός˙ [1335] ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.