1.

[11.232] (§§ 232-233 Cfr. PH III 253; M I 29-30) Καὶ ἄλλως· εἰ διδάσκεταί τι͵ ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος. καὶ ψεῦδος μὲν οὔκ ἐστιν͵ ὡς αὐτόθεν φαίνεται· ἀληθὲς δ΄ εἴπερ ἐστίν͵ ἄπορόν ἐστιν͵ ὡς ἐν τοῖς περὶ κριτηρίου (Cfr. M VIII 15 sqq.) ἐδείξαμεν͵ καὶ περὶ ἀπόρων οὐκ ἔστι μάθησις· οὐκ ἄρα ἔστι τὸ διδασκόμενον.