1.

[11.233] πρὸς τούτοις· τὸ διδασκόμενον ἢ τεχνικόν ἐστιν ἢ ἄτεχνον. ἀλλ΄ ἄτεχνον μὲν οὔκ ἐστιν͵ ἐπεὶ οὐδὲ δεήσεται μαθήσεως. εἰ δὲ τεχνικόν ἐστιν͵ ἤτοι αὐτόθεν φαίνεται ἢ ἄδηλόν ἐστιν. καὶ εἰ μὲν αὐτόθεν φαίνεται͵ καὶ ἄτεχνόν ἐστι καὶ ἀδίδακτον· εἰ δὲ ἄδηλόν ἐστιν͵ οὐ γίνεται δι΄ αὐτὸ τὸ ἀδηλεῖσθαι διδακτόν.