1.

[11.234] (§§ 234-238 Cfr. PH III 259-260; M I 30-34) Ἐκ τούτων μὲν οὖν ἄπορον παρίσταται τὸ διδασκόμενον πρᾶγμα· συναναιρεῖται δ΄ αὐτῷ ὅ τε διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ διδάξει͵ ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν ὃ μάθῃ. οὐθὲν δ΄ ἧττον ἔσται καὶ ἐπ΄ αὐτῶν τούτων τὰς ὁμοίας κινεῖν ἀπορίας.