1.

[11.235] εἰ γὰρ ἔστι τις ὁ διδάσκων καὶ ἔστι τις ὁ μανθάνων͵ ἤτοι τεχνίτης τὸν τεχνίτην διδάξει ἢ ἄτεχνος τὸν ἄτεχνον ἢ ἐναλλὰξ ὁ τεχνίτης τὸν ἄτεχνον ἢ ἄτεχνος τὸν τεχνίτην. οὔτε δὲ ὁ ἄτεχνος τὸν ἄτεχνον διδάσκειν δύναται͵ ὡς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν (Cfr. M VII 55)͵ οὔθ΄ ὁ τεχνίτης τὸν τεχνίτην· οὐ γὰρ ἔχει πάντως ὃ διδάξει. οὔτε μὴν ὁ ἄτεχνος τὸν τεχνίτην͵ ὡς οὐδὲ ὁ τυφλὸς ὁδηγεῖν ποτε δύναται τὸν βλέποντα· πεπήρωται γὰρ ὁ ἰδιώτης εἰς τὰ τῆς τέχνης θεωρήματα͵ καὶ διὰ τοῦτ΄ἀνεπιτήδειος πρὸς τὸ διδάσκειν.