1.

[11.237] καὶ ὁ ἄτεχνος εἰ διδάσκεται καὶ γίνεται τεχνίτης͵ ἤτοι ὅτε ἄτεχνός ἐστι γίνεται τεχνίτης ἢ ὅτε τεχνίτης ἐστίν· οὔτε δὲ ὅτε ἄτεχνός ἐστι δύναται γίγνεσθαι τεχνίτης͵ οὔτε ὅτε τεχνίτης ἐστὶν ἔτι γίνεται τεχνίτης ἀλλ΄ ἔστιν.