1.

[11.238] καὶ κατὰ λόγον· ὁ μὲν γὰρ ἄτεχνος ἔοικε τῷ ἐκ γενετῆς τυφλῷ ἢ κωφῷ͵ καὶ ὃν τρόπον οὔτε ὁ ἐκ γενετῆς τυφλὸς εἰς ἔννοιαν ἔρχεται χρωμάτων͵ οὔτε (Cfr. PH III 264) ὁ ἐκ γενετῆς κωφὸς εἰς ἔννοιαν ἔρχεται φωνῶν͵ οὕτω καὶ ὁ ἄτεχνος͵ ἐφ΄ ὅσον ἐστὶν ἄτεχνος͵ πεπηρωμένος πρὸς τὴν τῶν τεχνικῶν θεωρημάτων ἀντίληψιν οὐ δύναται τούτων αὐτῶν ἔχειν γνῶσιν. ὁ δὲ τεχνίτης οὐκέτι διδάσκεται͵ ἀλλὰ δεδίδακται.