1.

[11.239] (§§ 239-242 Cfr. PH III 266-268; M VII 36-38) Καὶ μὴν ὡς ταῦτ΄ ἐστὶν ἄπορα͵ οὕτω καὶ ὁ τρόπος τῆς μαθήσεώς ἐστιν ἄπορος. ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ· οὔτε δὲ ἐναργείᾳ οὔτε λόγῳ γίνεται͵ ὡς παραστήσομεν͵ ὥστε οὐδὲ ὁ τρόπος τῆς μαθήσεώς ἐστιν εὔπορος.