1.

[11.240] ἐναργείᾳ μὲν οὖν οὐ γίνεται μάθησις͵ ἐπείπερ τῶν δεικνυμένων ἐστὶν ἡ ἐνάργεια. τὸ δὲ δεικτόν ἐστι φαινόμενον· τὸ δὲ φαινόμενον͵ ᾗ φαίνεται͵ κοινῶς πᾶσι ληπτόν ἐστι͵ τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον. οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν ἐστιν.