1.

[11.241] καὶ μὴν οὐδὲ λόγῳ τι διδάσκεται. ἢ γὰρ [φύσει] σημαίνει (Cfr. PH II 214) τι ὁ λόγος ἢ οὐδὲ ἓν σημαίνει. ἀλλὰ μηδὲ ἓν σημαίνων οὐδ΄ ἔσται τινὸς διδάσκαλος. εἰ δὲ σημαίνει τι͵ ἤτοι φύσει σημαίνει ἢ θέσει. καὶ φύσει μὲν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν͵ Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων.