1.

[11.242] θέσει δ΄ εἴπερ σημαίνει͵ δῆλον ὡς οἱ μὲν προκατειληφότες͵ καθ΄ ὧν αἱ λέξεις εἰσὶ τεταγμέναι͵ ἀντιλήψονται τούτων͵ οὐκ ἐξ αὐτῶν διδασκόμενοι ἅπερ ἠγνόουν͵ ἀλλ΄ ἀναμιμνῃσκόμενοι καὶ ἀνανεούμενοι ταῦθ΄ ἅπερ ᾔδεσαν͵ οἱ δὲ χρῄζοντες τῆς τῶν ἀγνοουμένων μαθήσεως καὶ ἀγνοοῦντες͵ καθ΄ ὧν εἰσι τεταγμέναι αἱ λέξεις͵ οὐδενὸς ἀντίληψιν ἕξουσιν.