HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,244
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,244.rdf
1.
[11.244] ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον ταύτην διδάξει ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων
τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα. οὔτε δὲ ὁ φρόνιμος τὸν φρόνιμον λέγοιτ΄ ἂν ταύτην
διδάσκειν (ἀμφότεροι γὰρ τέλειοι κατ΄ ἀρετήν εἰσι καὶ οὐθέτερος αὐτῶν δεῖται μαθήσεως)͵
οὔτε ὁ ἄφρων τὸν ἄφρονα͵ (ἀμφότεροι γὰρ χρείαν ἔχουσι μαθήσεως καὶ οὐθέτερος αὐτῶν 〈ἐστι〉
φρόνιμος͵ ἵνα τὸν ἕτερον διδάξῃ).