1.

[11.244] ἤτοι γὰρ ὁ φρόνιμος τὸν φρόνιμον ταύτην διδάξει ἢ ὁ ἄφρων τὸν ἄφρονα ἢ ὁ ἄφρων τὸν φρόνιμον ἢ ὁ φρόνιμος τὸν ἄφρονα. οὔτε δὲ ὁ φρόνιμος τὸν φρόνιμον λέγοιτ΄ ἂν ταύτην διδάσκειν (ἀμφότεροι γὰρ τέλειοι κατ΄ ἀρετήν εἰσι καὶ οὐθέτερος αὐτῶν δεῖται μαθήσεως)͵ οὔτε ὁ ἄφρων τὸν ἄφρονα͵ (ἀμφότεροι γὰρ χρείαν ἔχουσι μαθήσεως καὶ οὐθέτερος αὐτῶν 〈ἐστι〉 φρόνιμος͵ ἵνα τὸν ἕτερον διδάξῃ).