1.

[11.245] καὶ μὴν οὐδ΄ ὁ ἄφρων διδάξει τὸν φρόνιμον· οὐδὲ γὰρ ὁ τυφλὸς μηνυτικὸς γίνεται τῷ βλέποντι χρωμάτων. λείπεται ἄρα τὸν φρόνιμον διδακτικὸν εἶναι τοῦ ἄφρονος· ὃ καὶ αὐτὸ τῶν ἀπόρων.