HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,246
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,246.rdf
1.
[11.246] εἰ γὰρ
ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ
οὐθετέρων (Cfr. § 170)͵ ὁ ἄφρων μὴ ἔχων τινὰ
φρόνησιν͵ ἄγνοιαν δὲ ἔχων τούτων πάντων͵ διδάσκοντος τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ
οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων͵ οὐ γνώσεται δ΄ αὐτά. (Cfr. §§ 238, 242) εἰ γὰρ
ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς͵ ἔσται ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ
οὐθετέρων γνωριστική. οὐχὶ δέ γε τούτων κατ΄ αὐτούς ἐστιν ἡ ἀφροσύνη θεωρητική· ὁ ἄρα
ἄφρων οὐκ ἀντιλήψεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἢ πραττομένων κατὰ τὸν τῆς φρονήσεως
λόγον.