1.

[11.246] εἰ γὰρ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων (Cfr. § 170)͵ ὁ ἄφρων μὴ ἔχων τινὰ φρόνησιν͵ ἄγνοιαν δὲ ἔχων τούτων πάντων͵ διδάσκοντος τοῦ φρονίμου τὰ ἀγαθὰ καὶ κακὰ καὶ οὐθέτερα ἀκούσεται μόνον τῶν λεγομένων͵ οὐ γνώσεται δ΄ αὐτά. (Cfr. §§ 238, 242) εἰ γὰρ ἀντιλαμβάνοιτο αὐτῶν ἐν ἀφροσύνῃ καθεστώς͵ ἔσται ἡ ἀφροσύνη τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων γνωριστική. οὐχὶ δέ γε τούτων κατ΄ αὐτούς ἐστιν ἡ ἀφροσύνη θεωρητική· ὁ ἄρα ἄφρων οὐκ ἀντιλήψεται τῶν ὑπὸ τοῦ φρονίμου λεγομένων ἢ πραττομένων κατὰ τὸν τῆς φρονήσεως λόγον.